TLG 1535 002 :: NICOCRATES :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 465–466. frr. 1–3 Citation: Fragment — (line) | ||
t | ΠΕΡΙ ΤΟΥ ΕΝ ΕΛΙΚΩΝΙ ΑΓΩΝΟΣ. | |
1 | Schol. ad Hom. Il. ν, 21: Ἐν Αἰγαῖς τῆς Εὐ‐ βοίας παράδοξα πολλὰ γίνεται. Κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετὰς, ὀργιαζουσῶν τῶν μυστίδων γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπε‐ | |
5 | λοι, αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦν‐ ται, εἶτ’ αὖ πάλιν βότρυας βαρυτάτους (καὶ τοὺς) πρὸ μεσημβρίας πεπαίνουσι, ὥστε πρὸς τὴν ἑσπέραν δρεπό‐ μενοι ἄκρατον χορηγεῖν δαψιλὲς ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. Οὐδεμία δὲ ἔνδεια γίνεται ὑπ’ αὐτοῦ κατ’ | |
---|---|---|
10 | ἐχομένην τὴν ἡμέραν, ἀλλ’ ὁσάκις ἀναλίσκεται, τοσαυ‐ τάκις δαψιλεύεται. Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητὴν, ἀλλ’ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς | |
15 | γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς | |
γίνεσθαι, διὸ μηδὲ προσπελάζειν τινά. | 465 | |
2 | Schol. Apoll. Rh. I, 831: Νικοκράτης δέ φησιν, ὅτι ἀπὸ Αἰγέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν. | |
3 | Stephan. Byz. v. Βοιωτία: Νικοκράτης δέ φησιν ὅτι | |
Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς (sc. Βοιωτός). | 466 |